Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.556 | Joseph. BJ 4.565 (English) | >>Joseph. BJ 4.574 |
4.562οὐ μόνον δὲ κόσμον , ἀλλὰ καὶ πάθη γυναικῶν ἐμιμοῦντο καὶ διʼ ὑπερβολὴν ἀσελγείας ἀθεμίτους . ἐπενόησαν ἔρωτας · ἐνηλινδοῦντο δʼ ὡς πορνείῳ τῇ πόλει καὶ πᾶσαν ἀκαθάρτοις ἐμίαναν ἔργοις .
4.563γυναικιζόμενοι δὲ τὰς ὄψεις ἐφόνων ταῖς δεξιαῖς θρυπτόμενοί τε τοῖς βαδίσμασιν ἐπιόντες ἐξαπίνης ἐγίνοντο πολεμισταὶ τά τε ξίφη προφέροντες ἀπὸ τῶν βεβαμμένων χλανιδίων τὸν προστυχόντα διήλαυνον .
4.564τοὺς ἀποδιδράσκοντας δὲ Ἰωάννην Σίμων φονικώτερον ἐξεδέχετο , καὶ διαφυγών τις τὸν ἐντὸς τείχους τύραννον ὑπὸ τοῦ πρὸ πυλῶν διεφθείρετο .
4.565πᾶσα δὲ φυγῆς ὁδὸς τοῖς αὐτομολεῖν πρὸς Ῥωμαίους βουλομένοις ἀπεκέκοπτο .
4.566
συμβαλόντες δὲ ἀναιροῦσί τε πολλοὺς τῶν ζηλωτῶν καὶ συνελαύνουσι τοὺς λοιποὺς εἰς τὴν βασιλικὴν αὐλὴν κατασκευασθεῖσαν ὑπὸ Γραπτῆς ·
4.568συγγενὴς δὲ ἦν αὕτη τοῦ τῶν Ἀδιαβηνῶν βασιλέως Ἰζᾶ · συνεισπίπτουσι δὲ οἱ Ἰδουμαῖοι , κἀκεῖθεν εἰς τὸ ἱερὸν ἐξώσαντες τοὺς ζηλωτὰς ἐφʼ ἁρπαγὴν ἐτράποντο τῶν Ἰωάννου χρημάτων ·
4.569κατὰ γὰρ τὴν προειρημένην αὐλὴν αὐτός τε † ὢν ἐκεῖ καὶ τὰ λάφυρα
-- -- ἐν δὲ τούτῳ τὸ κατὰ τὴν πόλιν ἐσκεδασμένον πλῆθος τῶν ζηλωτῶν εἰς τὸ ἱερὸν πρὸς τοὺς διαπεφευγότας ἠθροίσθη , καὶ κατάγειν αὐτοὺς παρεσκευάσατο Ἰωάννης ἐπί τε τὸν δῆμον καὶ τοὺς Ἰδουμαίους .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.556 | Joseph. BJ 4.565 (English) | >>Joseph. BJ 4.574 |